Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.4 Dem. 57.8 (English) >>Dem. 57.11

57.6ἀξιῶ δʼ, ἄνδρες Ἀθηναῖοι, μηδέπω τὴν τῶν δημοτῶν ἀποψήφισιν ποιεῖσθαι τεκμήριον ὑμᾶς, ὡς ἄρʼ οὐχὶ προσήκει μοι τῆς πόλεως. εἰ γὰρ πάντʼ ἐνομίζετε τὰ δίκαια δυνήσεσθαι τοὺς δημότας διακρῖναι, οὐκ ἂν ἐδώκατε τὴν εἰς ὑμᾶς ἔφεσιν· νῦν δὲ καὶ διὰ φιλονικίαν καὶ διὰ φθόνον καὶ διʼ ἔχθραν καὶ διʼ ἄλλας προφάσεις ἔσεσθαί τι τοιοῦτον ἡγούμενοι, τὴν εἰς ὑμᾶς τοῖς ἀδικηθεῖσιν ἐποιήσατε καταφυγήν, διʼ ἣν καλῶς ποιοῦντες, ἄνδρες Ἀθηναῖοι, τοὺς ἠδικημένους ἅπαντας σεσῴκατε. 57.7πρῶτον μὲν οὖν ὃν τρόπον ἐν τοῖς δημόταις συνέβη τὴν διαψήφισιν γενέσθαι, φράσω πρὸς ὑμᾶς· τὸ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα πάντα λέγειν τοῦτʼ ἐγὼ ὑπολαμβάνω, ὅσα τις παρὰ τὸ ψήφισμα πέπονθεν ἀδίκως καταστασιασθείς, ἐπιδεῖξαι.

57.8Εὐβουλίδης γὰρ οὑτοσί, ἄνδρες Ἀθηναῖοι, ὡς ὑμῶν ἴσασι πολλοί, γραψάμενος ἀσεβείας τὴν ἀδελφὴν τὴν Λακεδαιμονίου τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετέλαβεν. ὅτι δὴ ἐν ἐκείνῳ τῷ ἀγῶνι τὰ δίκαια, τούτῳ δὲ τἀναντίʼ ἐμαρτύρησα, διὰ ταύτην τὴν ἔχθραν ἐπιτίθεταί μοι. καὶ βουλεύων, ἄνδρες δικασταί, καὶ κύριος ὢν τοῦ θʼ ὅρκου καὶ τῶν γραμμάτων ἐξ ὧν ἀνεκάλει τοὺς δημότας, τί ποιεῖ; 57.9πρῶτον μέν, ἐπειδὴ συνελέγησαν οἱ δημόται, κατέτριψεν τὴν ἡμέραν δημηγορῶν καὶ ψηφίσματα γράφων. τοῦτο δʼ ἦν οὐκ ἀπὸ τοῦ αὐτομάτου, ἀλλʼ ἐπιβουλεύων ἐμοί, ὅπως ὡς ὀψιαίταθʼ διαψήφισις περὶ ἐμοῦ γένοιτο· καὶ διεπράξατο τοῦτο. καὶ τῶν μὲν δημοτῶν οἱ ὀμόσαντες ἐγενόμεθα τρεῖς καὶ ἑβδομήκοντα, ἠρξάμεθα δὲ τοῦ διαψηφίζεσθαι δείλης ὀψίας, ὥστε συνέβη, ἡνίκα τοὐμὸν ὄνομʼ ἐκαλεῖτο, σκότος εἶναι ἤδη·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.4 Dem. 57.8 (English) >>Dem. 57.11

Powered by PhiloLogic